Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.
  • καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός,
  • καὶ πνεῦμα εὐθὲς ἐνκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,
  • καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ.
  • ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου,
  • καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
  • διδάξω ἀνόμους τὰς ὁδούς σου,
  • καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
  • ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου·
  • ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου,
  • κύριε.
  • τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
  • σου.
  • ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
  • ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον,
  • καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξ
  • ουθενώσει.
  • ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
  • καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.
  • τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
  • ἀναφορὰν καὶ ὁλοκαυτώματα·
  • τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.