Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν,
  • καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους
  • ἡμῖν.
  • οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ,
  • καὶ ἡ ῥομφαία μου οὐ σώσει με·
  • ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν,
  • καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.
  • διάψαλμα.
  • νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς,
  • καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν.
  • ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν.
  • καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς·