Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί,
  • ἐνέτειναν τόξον αὐτῶν,
  • τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,
  • τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·
  • [*](U+05D0AR)[*](3 ελπισον] pr κ U+05D0c.a | ποιμανθησει A ποιμανθης R 4 κατατρυφησον] καταφρυτησον (sic) A | του κυριου] τω κυριω R | δωσει] δωη AR¹ 5 om και 1° U+05D0* (hab U+05D0c.ᵃ) 6 το κριμα σου ως sup ras A¹ 7 ζωη] οδω U+05D0c.a R οδου A | παρανομιαν U+05D0c.a ARᵃ 8 οργης] κακου R* | εγκαταλιπε Bᵃᵇ εγκαταλειπε A | ωστε] εν τω U+05D0* (ωστε U+05D0c.a) 9 εξολεθρευθησονται U+05D0Α (ο 2⁰ rescr A¹) R* | κληρονομησουσι U+05D0 | την γην] om την AR 10 om και 2⁰ R* | υπαρξει A | αμαρτωλος] pr ο U+05D0AR | om και 3⁰ * (hab κ U+05D0c.a) αυτου] ου sup ras Aᵃ? 11 ειρηνης] + επ αυτης A 14 ανετειναν R | πενητα κ. πτωχον R)
    259

  • ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν,
  • [*](B)
  • καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.
  • κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπέρ πλοῦτον ἁμαρτωλῶν πολύν.
  • ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται,
  • ὑποστηρίζει δὲ τοὺς δικαίους Κύριος.
  • γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων,
  • καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
  • οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ,
  • καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
  • ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,
  • οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ
  • §ὑψωθῆναι
  • [*](§ Τ)
  • ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
  • δανίζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει
  • ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ
  • ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,
  • οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.
  • παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται.
  • καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·
  • ὅταν πέσῃ οὐ καταραχθήσεται,
  • ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
  • νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα,
  • καὶ οὐκ ἴδον δίκαιον ἐνκαταλελιμμένον
  • οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
  • ὅλην τὴν ἡμέραν ἐλεῷ καὶ δανίζει,
  • καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.