Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,
  • [*](B)
  • καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
  • γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,
  • καὶ ἄγγελος Κυρίου καταδιώκων ¶ αὐτούς.
  • [*](¶ U)

  • ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,
  • μάτην ὠνείδισαν τὴν ψυχὴν μου.
  • ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν,
  • καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.
  • καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
  • ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,
  • τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
  • πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι
  • ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ,
  • καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
  • ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·
  • ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν,
  • καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·