Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·
  • τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,
  • [*](49 απο 1°] pr και U+05D0* (om U+05D0c.ᵃ) | επανιστανομενων (-νον U )] επανισταμε- U+05D0ARU νων BᵇA | ρυσαι U+05D0c.a (ρυση U+05D0*c.ᵇ?) A ρυσης 50 εθνεσι U 51 μεγα- λυνων] pr ο U | om αυτου 1° U+05D0c. ᵃ | σινος B* (αιωνος Bᵃᵇ) Stich 116 B U+05D0 115 A 118 R XVIII 2 ο ουρανος R* | ποιησιν δε] ποιησειν δε A και ποιησεν | αναγγελει A | τω στερεωμα U 3 ημερα 1°] pr η U+05D0A |αναγ- γελει AU 4 λαλειαι AU | ουδε] ο rescr A? | αι φωνη U | om ουτων A* (hab Aᵃ) 6 ηλιω εθετω] ηλιηθετο | εκπορευομενος] ορευο sup ras Bᵃᵇ | γιγγας U | om αυτου 3° U+05D0c.a R cett desunt in usque XX 14 7 του ου- ρανου 2°] om του U+05D0* (hab U+05D0c.ᵃ) U+05D0 του κυριου] om του A 9 ευθεα Bᵇ)
    234
    [*](B)

  • ἐπιθυμητὰ ὑπέρ χρυσίον καὶ λίθον τίμιον πολὺν
  • καὶ γλυκύτερα ὑπέρ μέλι καὶ κηρίον.
  • καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·
  • ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
  • παραπτώματα τίς συνήσει ;
  • ἐκ τῶν κρυφίων μου καθάρισόν με,
  • καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·
  • ἐὰν μὴ μου κατακυριεύσουσιν, τότε ἄμωμος ἔσομαι
  • καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
  • καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου
  • καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,
  • Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
  • ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ.
  • ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου,
  • καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου·
  • μνησθείη πάσης θυσίας σου,
  • καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.
  • δῴῃ σοι κατὰ τὴν καρδίαν σου,
  • καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.
  • ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου,
  • καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
  • πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
  • νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ·
  • ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ,
  • ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
  • οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,
  • ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
  • αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,
  • [*](U+05D0AR)[*](13 με] + Κυριε R 14 απο 1°] απ U+05D0* (απο U+05D0c.ᵃ) | κατακυριευσωσιν U+05D0 15 σου] + εστιν A — Stich 31 BU+05D0R 30 A XIX 2 Σειων A | αντε- λαβετο R*vid 4 θυσια A (ς superscr Aᵃ?) | ολοκαυστωμα R | δια- ψαλμα "praeter morem" inst Bᵇ 5 σοι] + κς U+05D0c.ᵃ AR | πληρωσει AR 6 αγαλλιασομεθα BᵃᵇU+05D0A | εν 1°] επι AR* | θεου] pr κυ U+05D0R | πληρωσει R 7 δυναστιαις B* (-τειαις BᵃᵇU+05D0A) 8 αρμασιν] ασμασιν R | om Κυριου A | μεγαλυνθησομεθα] αγαλλιασομεθα U+05D0* επικαλεσομεθα U+05D0c.a)
    235
  • ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
  • [*](B)

  • Κύριε, σῶσον τὸν βασιλέα σου,
  • καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Κύρίε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς,
  • καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
  • τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ,
  • καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
  • διάψαλμα.
  • ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος.
  • ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.