Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις,
  • [*](B)
  • καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
  • εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με·
  • ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
  • προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,
  • ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
  • διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου
  • καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,
  • ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι.
  • ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχὴν μου εἰς ἅδην,
  • οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.