Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός,
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
διδόντα τροφὴν τοῖς πεινῶσιν.
Κύριος λύει πεπεδημένους·
Κύρος ἀνορθοῖ κατερραγμένους·
Κύριος σοφοῖ τυφλούς·
Κύριος ἀγαπᾷ δικαίους·
[*](U+05D0ART)[*](19 ποιηση T | επακουσεται] επακουσει U+05D0* εισακουσει U+05D0c.a εισακουσεται RT 20εξολεθρευει U+05D0 21 λαλησει] ει rescr A¹ λαληση T | τω αιωνος R* (του αι. Ρ¹) Stich 42 B 36 U+05D0 46 AT 45 R CXL V 1 Αγγεου AT | Ζακκαριου (vel potius Ζακχ.) R 2 ζωη] pr τη R 3 om και U+05D0c.aT | εφ] επι U+05D0c.aRT επ A 4 αυτου 2°] αυτος U+05D0* (αυτου U+05D0c.a) | ουτων] αυτου T 5 ου] σου U+05D0* (ου U+05D0c.a | βοηθος] + αυτου U+05D0c.aRT 6 τον ποιησαντα] του ποιησαντος R | αυτοις] αυτη | αληθιαν U+05D0 8 κς σοφοι τυφλους κς ανορθοι κατερραγμενους (κατεραγμ. T) U+05D0c.aT)