Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Aἴνει, ἡ ψυχὴ μου, τὸν κύριον·
  • αἰὰέσω Κύριον ἐν ζωῇ μου,
  • ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.
  • μὴ πεποίθατε ἐπʼ ἄρχοντας καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς
  • οὐκ ἔστιν σωτηρία·
  • ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ
  • καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·
  • ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
  • μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός,
  • ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·
  • τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
  • τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
  • τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
  • ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
  • διδόντα τροφὴν τοῖς πεινῶσιν.
  • Κύριος λύει πεπεδημένους·
  • Κύρος ἀνορθοῖ κατερραγμένους·
  • Κύριος σοφοῖ τυφλούς·
  • Κύριος ἀγαπᾷ δικαίους·