Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εὐλογητὸς Κύριος ὁ θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς
  • παράταξιν,
  • τοὺς δακτύλους μου εἰς πόλεμον·
  • ἔλεός μου καὶ καταφυγὴ μου.
  • ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,
  • ὑπερασπιστής μου καὶ ἐπʼ αὐτῷ ἤλπισα,
  • ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.
  • Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ,
  • ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;
  • ἄνθρωπος ματαιότητι ὡμοιώθη,
  • αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
  • Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι,
  • ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται·
  • ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,
  • ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
  • ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,
  • ἐξελοῦ με καὶ ῥῦσαι με ἐξ ὑδάτων πολλῶν,
  • ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
  • ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
  • καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
  • ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι.
  • ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι.
  • τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν,
  • τῷ λυτρουμένῳ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ.