Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Συνέσεως τῷ Δαυεὶδ ἐν τῷ εἶναι αὺτὸν ἐν τῷ
  • Φμνῇ μου πρὸς Κύριον ἐκέκραξα,
  • φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
  • ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
  • τὴν θλίψια μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
  • ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς
  • τρίβους μου·
  • ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψάν μοι παγίδα.
  • κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
  • ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με·
  • ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ,
  • καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μοσ.
  • πρὸς σέ, Κύρω, ἐκέκραξα, καὶ εἶπα Σὺ εἶ ἡ ἐλπίς μου,
  • μερίς μου ἐν γῇ ζώντων.
  • πρόσχες πρὸς τὴν δέησίν μου,
  • ὅτι ἐταπεινώθην σφόδρα·
  • ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
  • ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
  • ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήτ μου.
  • τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, Κύριε·
  • ἐμὲ ὑτνομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.
  • Ψαλμὸς τῷ Δαυείδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.
  • Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
  • ἐνὼτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
  • ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
  • [*](CXLI 2 φωνη 2°] pr και η A | Κυριον 2°] τον θν AT τον θεον μου R | U+05D0ART εδεηθην] και προσεσχεν μοι A 3 εναντιον] ενωποον U+05D0c.a ART | απαγγελω] αναγγελλω R 4 εκλιπειν U+05D0 | παγιδα μοι U+05D0c.ᵃ AT 5 οτι] και U+05D0c.a RT | απολετο A | εστιν] ην R 6 εκεκραξα προς σε κε U+05D0c.a ART | om και U+05D0c.a ART | ειπα] ειπον T | μερις μου] + ει U+05D0c.aT 7 προς] εις AR | εταπεινωθην σφοδρα sup ras Rᵃ U+05D0 om Κυριε U+05D0c.a RT | υπομενουσι U+05D0 | ου sup ras Aᵃ | ανταποδωσεις R (fort -σης) — Stich 19 BU+05D0R 20 A 17 T CXLII 1 ο υιος καταδιωκει] ο υιος κατεδιωξεν A εδιωκεν Αβεσσαλωμ ο υιος αυτον R ο υιος αυτου κατεδιωκεν T | επακουσον] εισακουσον ART)
    406
    [*](B)

  • καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
  • ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.