Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
  • ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με.
  • οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
  • ἔκρυψαν ὑπερήφανοι παγίδα μοι.
  • καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου·
  • ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.
  • εἶπα τῷ κυρίῳ Φεός μου εἶ ού·
  • ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεως μου.
  • Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου,
  • ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
  • μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·
  • διελργίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μὴ ποτε ὑψωθῶσιν.
  • διάψαλμα·
  • ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν,
  • κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
  • πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς.
  • καὶ καταβαλεῖς αὐτούς.
  • ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν·
  • ἄυδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.
  • ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
  • καὶ τὴν δίκην τῶν πενήτων.
  • πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
  • καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.