Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· φαλμὸς τῷ Δαυείδ.
  • Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός.
  • διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,
  • [*](U+05D0ARU)[*](7 τη γη] pr εν U | κεκαθερισμενον A κεκαρισμενον U | om επταπλα- σιως R* 8 Κυριε] pr δε U | διατη|ρησῃς A 9 τους υιους] pr παντας A — Stich 17 B 18 U+05D0 19 A 20 R XII 2 αποστρεψεις BU+05D0U (αποστεψις)] αποστρεφεις AR | εμουν 3 τινος] ποτε U | ωδινας R vid | ημερας] + ӄ νυκτος U+05D0c. ᵃ + και νυκτος A 4 επιβλεψον] ...στρεψον U | εισακουσον] pr και R | om μου 1° U+05D0 | οφθαλμους] + μου U+05D0ARU vid 6 εν] επι U+05D0ARU | τω σωτηριω] το σωτηριον R | ευεργητωσαντι | με] μοι R — Stich 13 BU+05D0R 14 A XIII 1 τω Δ. ψαλμος U+05D0 | καρδια pr τη U | διεφθεραν BU+05D0* U] διεφθαρησαν U+05D0c.ᵃAR)
    225
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • [*](B)

  • Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
  • τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.
  • πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  • ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
  • ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
  • ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
  • ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
  • σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
  • καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
  • οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν,
  • οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου ; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
  • ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος·
  • ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.
  • βουλὴν πτωχοῦ κατῃσχύνατε,
  • ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
  • τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ ;
  • ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ
  • αὐτοῦ
  • ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.