Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ
  • οὐρανῷ.
  • ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
  • ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
  • οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν,
  • ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
  • ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
  • ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·
  • ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν·
  • τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
  • καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
  • ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.
  • Εί μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ,
  • εἰ μὴ ὅτι
  • Κύριος ἦν ἐν ἡμῖν,
  • ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,
  • ἄρα ζῶντας ἂν
  • κατέπιον ἡμᾶς,
  • ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς.