Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι·
  • τί ποιήσει μοι ἄνθρωπος;
  • Κύριος ἐμοὶ βοηθός,
  • κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
  • ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον
  • ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον·
  • ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον
  • ἢ ἐλπίζειν ἐπʼ ἄρχοντας.
  • πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
  • κυκλώσαντες ἐκύκλωσάν με,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
  • ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον,
  • καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις,
  • καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
  • ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,
  • καὶ Κύριος ἀντελάβετό μου.