Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
  • οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
  • παρὰ Κυρίου ἐγένετο αὕτη,
  • καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
  • αὕτη ἡμέρα ἣν ἐποίησεν Κύριος·
  • ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
  • ὦ Κύριε σῶσον
  • ὦ Κύριε, εὐόδωσον δή.
  • εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
  • εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.
  • θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·
  • συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
  • ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
  • θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
  • θεός μου εἶ σύ, καὶ ὑψώσω σε·
  • ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
  • καὶ ἐγένου μοι εἰς σωτηρίαν.
  • ἐξομολογεῖσθε τῷ κυρίχῳ, ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.