Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·
  • κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος ;
  • ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ;
  • ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
  • ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ;
  • ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ;
  • ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου·
  • φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον,
  • μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν·
  • οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
  • ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα·
  • ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου·
  • ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με,
  • καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
  • Εἰς τὸ τέλος· φαλμὸς τῷ Δαυείδ.
  • Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός.
  • διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,
  • [*](U+05D0ARU)[*](7 τη γη] pr εν U | κεκαθερισμενον A κεκαρισμενον U | om επταπλα- σιως R* 8 Κυριε] pr δε U | διατη|ρησῃς A 9 τους υιους] pr παντας A — Stich 17 B 18 U+05D0 19 A 20 R XII 2 αποστρεψεις BU+05D0U (αποστεψις)] αποστρεφεις AR | εμουν 3 τινος] ποτε U | ωδινας R vid | ημερας] + ӄ νυκτος U+05D0c. ᵃ + και νυκτος A 4 επιβλεψον] ...στρεψον U | εισακουσον] pr και R | om μου 1° U+05D0 | οφθαλμους] + μου U+05D0ARU vid 6 εν] επι U+05D0ARU | τω σωτηριω] το σωτηριον R | ευεργητωσαντι | με] μοι R — Stich 13 BU+05D0R 14 A XIII 1 τω Δ. ψαλμος U+05D0 | καρδια pr τη U | διεφθεραν BU+05D0* U] διεφθαρησαν U+05D0c.ᵃAR)
    225
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • [*](B)

  • Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
  • τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.
  • πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  • ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
  • ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
  • ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
  • ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
  • σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
  • καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
  • οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν,
  • οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου ; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
  • ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος·
  • ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.
  • βουλὴν πτωχοῦ κατῃσχύνατε,
  • ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
  • τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ ;
  • ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ
  • αὐτοῦ
  • ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.
  • [*](1 χρηστοτητα] αγαθον R 1—3 om ουκ εστιν εως ενος (1°) ..ηχρε- U+05D0ARU ωθησαν A* (hab Aᵃ ᵐᵍ sup et inf) 2 Κυριος] pr ο U | υιου B* (υιους Bᵃᵇ) | η] και | εξη[των] U* (εζ. U1vid) | των θν U 3 ηχρειωθ. Bᵃᵇ | ποιων] pr ο U+05D0* (om U+05D0c.ᵃ) | χρηστοτητα] αγαθον R | om ταφος...οφθαλμων αυτων U+05D0c.ᵃ (uncis incl) A | λαρυξ U* (γ superscr U¹) | om ταις γλωσσαις αυτων U | ασπιδος | στομα] + ουτων R | om αρας R | και|και πικριας U | γεμει και πικριας R | εκχεαι] εις εκκεχυηναι (sic) R | αιμα] pr το R 4 αδι- κιαν] ανομιαν U+05D0ARU | κατεσθοντες] εσθιοντες U+05D0 κατεσθιοντες AR* U | βρωσει] pr εν A 5 φοβω BU+05D0c.aAU] φοβον U+05D0* R | ου] ω AR οπου | ο θεος] pr κς U+05D0c. ᵃ | εν γενεα] εις γενεαν R | δικαια] δικαιων U+05D0c.a AU δικαιαν R 6 κατησχυνετε U | οτι ο δε U+05D0c.a U | Κυριος] ο θς R* | ελπις] pr η 7 τω σω|τηριον U | Κυριον] κς | αγαλλιασθω] αγαλ- λιασεται U+05D0AU | ευφρανθητω] ευφρανθησεται U+05D0AU — Stich 24 BU+05D0 14 A* (17 Aᵃ) 26 R)
    [*](B)
    226
  • Ψαλμὸς τῷ Δαυείδ.
  • Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ;
  • καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου ;