Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός,
  • καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
  • ἀυθʼ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος,
  • καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν
  • καὶ κατανενυγμένον τῇ καρδία τοῦ θανατῶσαι.
  • [*](2 γλωσσαν δολιαν R 4 ενδιαβαλλον U+05D0* (ενδιεβ. U+05D0¹) | προσευχομην] ART προσηυχομην AT προσευχομαι R 5 κακα] πονηρα R 8 λαβοι] λαβετω R 9 οι υιοι] om οι R 10 οι υιοι] om οι R | om αυτου R 11 om και U+05D0c.aA* (hab Aᵃ) RT | εξερευνησατω RT | διαρπασατωσαν] pr και AT | om παντας U+05D0c.aAT | αυτου] υ sup ras Aᵃ? 12 οικτειρμων A ορφανοις] pr φοβουμ (sic) U+05D0* punctis et uncis improb U+05D0¹ 13 εξαλειφθητω] εξαλιφθιη U+05D0c.aT (-φθειη) | αυτου 2⁰] αυτων R 14 αμαρτια 1⁰] ανομια U+05D0c.aART 15 εναντι] εναντιον U+05D0c.aAT | εξολθρ. T* (εξολεθρ. T¹) | αυτων] αυτου AR 16 εμνησθησαν RT | του ποιησαι] om του U+05D0c.aT | κατεδιωξαν RT | πενητα] pr ανου U+05D0c.aART | κατανυγμενον R | post θανατωσαι ras 2 vel 3 lilt A?)
    366
    [*](U+05D0)

  • καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
  • καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ.
  • καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτον,
  • καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ
  • καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
  • γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὁ περιβάλλεται.
  • καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.
  • τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ
  • καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
  • καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνό-
  • μάτος σου,
  • ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·
  • ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
  • καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
  • ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη,
  • ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.
  • πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας,
  • καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
  • καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·
  • εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
  • βοήθησόν μοι, Κύριε ὁ θεός μου,
  • σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·
  • καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη,
  • καὶ σύ, Κύριε, ἐποίησας αὐτήν,
  • καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
  • οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν,
  • ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.