Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἐχόρτασεν ψυχὴν κενήν,
  • καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.
  • καθημένους ἐν σκότει καὶ σκιῷ θανάτου,
  • πεπεδημένους ἐν πτωχίᾳ καὶ ἐν σιδήρῳ
  • ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ,
  • καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν·
  • καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν,
  • ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν.
  • καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,
  • καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς·
  • καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ ἐκ σκιᾶς θανάτον,
  • καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.
  • [*](CVI 1—2 rescr Rᵃ 2 Κυριω Ra | εχθρου] εχθρων U+05D0c.a 3 εκ] pr ART και U+05D0c.a 4 πολιν] πολεως U+05D0c.a ART 5 εξελειπεν AT 6 ερυσατο AT U+05D0 τοις υιοις] om τοις R 9 κενην] καινην U+05D0A πενην R*vid (κεν. Rᵃ) 10 om εν 3⁰ U+05D0c.aART 11 του θεου] Κυριου R 12 ησθενησαν] pr και A 14 εξηγαγεν] ωδηγησεν R | εκ 1⁰ U+05D0c.a (εν U+05D0*) | om εκ 2⁰ ART)
    362
    [*](U+05D0)

  • ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
  • καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
  • ὅτι συνέτριψεν πύλας χαλκᾶς,
  • καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν.