Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι συνέτριψεν πύλας χαλκᾶς,
  • καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν.
  • ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν,
  • διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν.
  • πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν,
  • καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.
  • καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,
  • καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,
  • ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς,
  • καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
  • ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
  • καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
  • καὶ θυσάτωσαν θυσίαν αἰνέσεως,
  • καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
  • οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις,
  • ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
  • αὐτοὶ εἶδοσαν τὰ ἔργα Κυρίου
  • καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.
  • εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος,
  • καὶ ὑψώθη τὰ κύματα αὐτῆς·
  • ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν,
  • καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων·
  • ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,
  • ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων,
  • καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.
  • καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίκδεσθαι αὐτούς,
  • καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς,
  • καὶ ἔστησεν καταιγίδα αὐτῆς,
  • καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·