Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

π όθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκεν φιλονεικία, καὶ ἡ θαυατηφόρος ἀρέσκει καρτερίn, παρὸν μετὰ ἀταραξίας ζῇν τῷ βασιλεῖ πεισθέντας;

ἀλλὰ τούτων οὐδὲυ οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν.

ἦσαν γὰρ [*](§ II) περίφρονες τῶν παθῶν, καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων.

§ὥσητε [*](§ ΙΙ) ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι,¶ πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον

Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς.

καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ συμβούλῳ καὶ γνώσει χρησαί μέθα.

σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπέρ αὐτοὺς ἡμᾶς ἐλέα.

χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θαυάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον.

ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ἄὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών.

εἰ δ᾿ οἱ γέροντες τῶν Ἐβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἄς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν.

πείραζε γὰρ οὖν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων.

ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν,