Machabaeorum iv
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δε θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν.
πρὸς ταῦτα ὑμεῖς μέν, ὦ Ἀβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε.
οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε;
Πρὸ τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες, καὶ μηδέ πρὸς τὸν οἰκτειρμὸν αὐτῶν μεταβαλλόμενοι, ἐπὶ τὸ πῦρ αὐτὸν ἤγαγον.
ἔνθα διὰ κακοτέχνων ὀργάννων καταφλέγοντες αὐτὸν ὑπερίπτοσαν καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον.
ὁ δὲ μέχρι ἀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν, ἀνέτεινεν τὰ ὄμματα πρὸς τὸν θεόν, καὶ εἶπεν
Σὺ οἶσθα, θεέ, παρόν μοι σώζεσθαι, βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον.
ἵλεως γενοῦ τῷ ἔθνει σου, ἀρκεσθεὶς τῇ ἡμετέρᾳ περὶ αὐτῶν δίκῃ.
καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα, καὶ ἀντίψυχον αὐτῶν λάβε τὴν ἐμὴν ψυχήν.
καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπἐθανεν, καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον.
ὁμολογουμένως οὖν δεσπότης ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπεδόμην τὴν τῆς ἐπικρατίας μαρτυρίαν.
νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν.
καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ
ἐπεὶ καὶ γελοῖον. καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, μηδὲ αὐταῖς ὑπείκειν.
Ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ἐλεαζάρου λογισμός, πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει,
καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος [*](U+05D0)[*](18 αυτων] αυτω U+05D0 | φυλαξαντες U+05D0c.a | om ει 2⁰ U+05D0 19 γενοιμεθα] γενο- μεθα A γενωμεθα U+05D0 | μιαροφαγιας U+05D0 20 γαρ] δε U+05D0 | προς αποντων] υπο παντων U+05D0 | δειλια] διλια A* διλεια A1 21—22 προασπισαιμεν προς ταυτα· A 22 om προς ταυτα U+05D0 24 τον] ον sup ras U+05D0¹ | μεταβαλλομενον U+05D0 | ηγαγον] ανηγον U+05D0 25 υπερεπτοσαν A υπεριπτον U+05D0c.a 26 οστεων] pr των U+05D0 | κατακεκαυμενος] κεκαυμενος U+05D0 | ανετεινε U+05D0 28 περι] υπερ U+05D0 29 ποιησαι U+05D0 31 των παθων εστιν U+05D0 35 improb και 1⁰ U+05D0c.a | κεκρατηκεναι] κρατεῖ U+05D0 | μηδε] και μηδεν U+05D0 VΙΙ 1 αριστος] pr ο U+05D0 | πηδαλιου εχων A | ευσεβιας U+05D0 2 om και 1⁰ U+05D0 | om ταις του U+05D0 | improb και 2⁰ U+05D0c.a)
κατʼ οὐδένα τρόπον μετέτρεψεν [*](A) τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς θανάτου νίκης λιμένα.
οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχεν ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐκίνησεν τοὺς πολιορκοῦντας, διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν.
ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ἐλεάζαρος ἐκτεινας, περιέκλασεν τοὺς μαινομένους τῶν παθῶν κλύδωνας.