Machabaeorum iv
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Μὴ οὕτως κακῶς φρονήσαιμεν, οἱ Ἀβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπές ἡμῖν δρᾶμα ὑποκρίνασθαι
καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες [*](37 αγνον] + δε U+05D0c.a εισδεξονται U+05D0* (προσδεξ, U+05D0c.a ) 38 περι] υπερ U+05D0 | U+05D0 ευσεβιας U+05D0 VII αντιρητορευσαντος U+05D0* (αντιρρ. U+05D0c.ᵃ) 2 εκκεκοσμη- μενον] ενκοσμουμενον U+05D0 τη περι την ευσεβιαν ευσχημοσυνη U+05D0 6 τον ουρανον] om τον U+05D0 ταις] τας A* (ι superscr A¹) τα (sic) πλευρας U+05D0c.a 7 ορθρο A ακλινη] ν sup ras et η in mg A¹ 8 εξανιστατο U+05D0* (-σταιτο U+05D0c.a ) 9 υπεμενε U+05D0 11 γε] γεν (sic) A om επι U+05D0 | ευτυχια] ευψυχια U+05D0 13 της συνηθειας (ϊυν. A* συν. A?)] την συνηθειαν U+05D0* (της συνηθειας U+05D0c.a) θαυμαστω] θαυμασμω U+05D0 των του βασ.] om των U+05D0 14 om τι (hab U+05D0¹?c) απολλεις αλογιστως U+05D0 15 μεν] μεντοι U+05D0 | συ] σε A αποκρινομενος U+05D0c.a (postea restit υποκρ.) απογευεσθαι U+05D0 | σωζοιο U+05D0 18 ζησαντας U+05D0c.a)
καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιεροφαγίας.
αἰσχρὸν γὰρ εἰ ἐπιβιώσομεν ὀλίγον χρόνον, καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ·
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δε θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν.
πρὸς ταῦτα ὑμεῖς μέν, ὦ Ἀβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε.