Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.

πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον.

οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με δι᾿ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.

οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδέ φεύξομαί σε, φίλη ἐγκράτεια·

οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσομαί σε. ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη·

οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν.