Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί [*](U+05D0V)[*](13 τουτοις] pr ελεγεν V υπαχθεις U+05D0 | Ονειας U+05D0 | ανηρησασθαι A ανη- ρησεσθαι V 14 παραδοξως διασωθεις] παραδοξωσωθεις V* παραδοξως σωθεις V¹? 15 τελευτησαντος...ανηρ paene evanuere in V ο υιος] om ο U+05D0* (hab U+05D0c.ᵃ) Επιφανης] pr ο U+05D0 δεινος] pr και U+05D0 16 ος] και V Ονειαν U+05D0 | Ιασωνα V 17 συνθεμενος U+05D0* (-νον U+05D0c.a) τρισχίλια] χειλια U+05D0* γ U+05D0c.b 18 αρχιερασθαι] pr και U+05D0V αφηγεισθαι του εθνους U+05D0 19 V 11 multa rescr Vᵃ aunt quae paene evanuerint in V 19 om ος U+05D0 | εξεζητησεν] εξεδιητησεν U+05D0V 20 om αλλα και καταλυσοι A (hab U+05D0V) 21 τοι] αυτοις U+05D0V rescr 22 om γαρ U+05D0* (hab U+05D0c.a) τε] δε Vrescr ενι incertum eat in V οι Ιεροσολυμειται χαιροιεο U+05D0 | Ιεροσολυ- μιται V 23 τινες] τις U+05D0 | φανιε (sic) A 24 ευνοιαν] ευνομιαν U+05D0V εορα A 25 γυναικας] pr τας V 26 κατεφρονητο V του εθνους] τουτου θνους (sic) A μιαρων U+05D0V | απογευσαμενους V)

737
τινος ὑψηλοῦ τόπου, καὶ τῶν στρατευμάτων αὐτῶν παρεστηκότων [*](A) κυκλόθεν ἐνόπλων,

παρεκέλευεν τοις δορυφόροις ἕνα ἕκαστον τῶν Ἐβραίων περισπᾶσθαι, καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι

εἰ δέ τινες μὴ θέλοιεν μιεροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι.

πολλῶν δὲ συναρπασθέντων, εἰς πρῶτος ἐκ τῆς ἀγέλης Ἐβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεύς, τὴν ἐπιστήμην νομικός, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος. παρήχθη πλησίον αὐτοῦ.

καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη

Ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, πρεσβῦτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὕ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαίων χρώμενος θρησκείᾳ.