Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἰεροσολυμείτας ἀλλοφυλῆσαι, καὶ τῶν πατρίων ἐθνῶν ἐκδιαιτηθῆναι,

τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἰεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας. Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις

ὅτι Ἐγὼ ἐγενήθην παρθένος ἁγνή, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν.

οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις· ἔμεινα δέ χρόνον ἀκμῆς σὺν ἀνδρί