Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὡς δὲ καὶ οὅτος μακαρίως ἐναπέθανεν ⁷καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, [*](§ V) πάντων νεώτερος.

ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δειυῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς,

ὁρῶν ἤδη τὰ δεσμά περικείμενον. πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων

Γῆς μέν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾶς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν. σύ, εἰ μέν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.

πεισθεὶς δέ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.

καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτηρίαν εὐπειθῆ ποιῆσαι τὸν περιλειπόμενον.

ὁ δὲ τῆς μητρὸς τῇ Ἐραίδι φωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετά μικρὸν ὕστερον