Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὡς δὲ καὶ οὅτος μακαρίως ἐναπέθανεν ⁷καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, [*](§ V) πάντων νεώτερος.

ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δειυῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς,

ὁρῶν ἤδη τὰ δεσμά περικείμενον. πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων

Γῆς μέν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾶς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν. σύ, εἰ μέν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.

πεισθεὶς δέ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.

καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτηρίαν εὐπειθῆ ποιῆσαι τὸν περιλειπόμενον.

ὁ δὲ τῆς μητρὸς τῇ Ἐραίδι φωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετά μικρὸν ὕστερον

ʼἈπολύσατέ με, φησίν· εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν.

καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδός, ταχέως ἔλυσαν αὐτόν.

καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη

Ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρά τοῦ θεοῦ λαβὼν τὰ ἀγαθα καὶ τὴν βασιλείαν, τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας ἀσκητάς στρεβλῶσαι;

ἀυθʼ ὦν ταμιεύεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἰ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε.

οὐκ ᾐδέσθης ἄνθρωπος ὧν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;

ἀλλʼ οἱ μέν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν·

σὺ [*](XII 1 ουτος] αυτος U+05D0 εναπεθανεν] απεθανεν U+05D0 | καταβληθεις] ..ταβληθεις U+05D0V V παρεγενετο v 2 κατοικτιρας U+05D0V (-τειρ.) 3 περικειμενα V πλησιετερον U+05D0 πλησιοι. V* σιαιτ. Vᵃ 4 το τελος] om το U+05D0* (hab U+05D0c.ᵃ) απειθειαν] απστιαν U+05D0 (σ sup ras U+05D0¹) τεθνεασιν συ] + δε U+05D0V πεισθειης] πισθεις U+05D0 | βασανισθεις] βασανοις Vᵃ (οι sup ras 3 fort litt) ωρας] ορας U+05D0* (ωρ. U+05D0c.a) 5 βασιλιας U+05D0 6 αυτην] εαυτην U+05D0c.a V ελεησασα U+05D0V στερηθειαν U+05D0* (-σαν U+05D0 c.b) στερηθεισα V σωτηριον U+05D0 | ευπειθη] ευπιθια| U+05D0 om ποιησαι U+05D0 ποιησαιεν V (improb εν Vᵃ?) 7 om μετα V 8 απολυσατε] λυσατε U+05D0V 9 και επιχαρεντες] οι δε χαρεντες U+05D0 10 om εφη U+05D0 11 φησι A? των πονηρων ασεβεστατε] ασεβ. πονηρ. U+05D0 | om τυραννε U+05D0 | βασιλιαν U+05D0 | κατα- κτεινας U+05D0c.a της ευσ.] om της U+05D0* (hab U+05D0c.a) 12 ταμιευσεταὶ U+05D0V om σε 10 U+05D0* (hab U+05D0c.a) om θεια U+05D0V om και βασανοις V om αι U+05D0* (hal) U+05D0c.a) V 13 θηριωδεστα V* (.τατε Vᵃ) γλωττο| μησαι (sic) V τουτον καταικισας (κατακεισ. A) τον τροπον] τουτον κατακαυσας τον τρ, U+05D0 | τουτον τον τρ. καταικ. (κατεκ. V*) V βασανιζει U+05D0* (.σαι U+05D0c.a) 14 ε υσε- βιαν U+05D0)

750
[*](A) δὲ κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆς ἀγαωνιστἀς ἀναιτίως ἀποκτεῖναι.

ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη

Οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας.

ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεόν, ὅπως ἵλεως γένηται τῷ γένει μου.

σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμααορήσεται.

καὶ ταῦτα κατευξάμενος, ἑαυτὸν ἔριψεν κατὰ τῶν τηγάναον· καὶ οὕτως ἀπέδωκεν.