Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκα τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.

Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς δεσμίο μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγενομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθείαν, ἀγωνίσασθαι δὲ γενναίως,

πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτίας κατάλυσιν.

οἱ μέν γὰρ ὅπλοις πεποίθασιν ἄμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταλαβεῖν, πεποίθαμεν.

προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις, καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο,

καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν [*](V)[*](9 ευ] εν V | πειραν εχοντα V 11 προκαλουμενος] προσκαλ. V | Ιου- δαικων V | σωματα ταλαντου] σωματα λαντου A | παρακολουθουσαν] παρακο- λουθησειν V 12 περι] pr των V 13 οι δειλ.] οι δε δειλ. V 14 περι- λελειμμ. Vᵃ ηξιον (sic) A 15 δι αυτους] incep δι αυτοι V* (δι αυτους V1) διαθηκας] συνθηκας V | ενεκεν V | αυτους 2°] αυτου A 16 αριθμον] pr τον V | παρεκαλη V* | τοις δεσμιοις] τους πολεμιους V | παραγινομενων V | πολυπληθιαν Vᵃ 17 ανομως] των ανομων V | εμπεπεγμενης (-πειμεν. A?fort) A εμπεπαγμ. 5 (-παιγμ. V¹) πολιτειας V 18 πεποιθοσιν A εφησαν A καταλαβειν] καταβαλειν V 19 γενομενας] γεγονυιας V | αντι- ληψεις V | Σεναχηρειμ V* (-χειρ. Va) εκατον] pr των V | χιλιαδες ως απω- λοντο] χιλιαδων απωλειαν V 20 τη Bαβ.] om τη V | οκτακισχιλιους V)

685
Μακεδόνων ἀπορουμένων, οἱ ἑξακισχιλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν [*](A) διὰ τὴν γινομένην αὐτοῖς ἀπʼ οὐρανοῦ βοήθειαν, καὶ ὠφέλειαν πολλὴν ἔλαβον.

ἐφ᾿ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπέρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν τετραμερές τι ἐποίησεν τὸ στράτευμα·

τάξας ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ Ἰώσηπον καὶ Ἰωνάθην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις,

ἔτι δὲ καὶ Ἐλεάζαρον· παραναγνοὺς τὴν ἱερὰν βίβλον, καὶ δοὺς σύνθημα ΘεοΥ ΒΟΗΘεαc, τῆς πρώτης σπείρης αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι.

γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπέρ τοὺς ἐννακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατείας, πάντας δὲ φεύγειν ἡνάγκασαν.

τὰ δέ χρήματα τῶν παραγενομένων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφʼ ἱκανὸν ἀνέλυσαν ἀπὸ τῆς χώρας συνκλειόμενοι·