Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν ἔφη Μὴ πλανῶ μᾶλλον, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν, ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν· ἄξια θαυμασμοῦ γέγονεν·

σὺ δέ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας.

Ὑπεραγόντως δέ ἡ μήτηρ ἀγαθὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας.

ἕκαστον δὲ τῶν ἀνθρώπων παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς

Οὐκ οἶδ᾿ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεὐμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἐκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα.

τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης, ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν, καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετʼ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους.

Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνήν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι᾿ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν καὶ μεταθέμενον ἀπὸ τῶν πατρίων, καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν.

τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος, προσκαλεσάΠενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ.

[*](14 τω τελευταν] το τελ. αυτον V | μεταλασσοντας (sic) V | απο] υπ V | V υπο] παρα V 15 εχομενως δε τον πεμπτον προσαγοντες] ως δε προσαγαγοντες τον πεμπτον V 16 φθαρτος ων ο θελεις ποιεις V 18 μαλλον] ματην V | πασχωμεν V* αμαρτανοντες V | εαυτον V* |αξια] αξιο V* αξιοι Vᵃ γεγονεν] γεεγοναμεν V 19 εσεθαι V* (εσεσθαι V1) 20 υπεραγοντος V | αγαθη] θαυμαστη V 21 των ανθρωπων] αυτων V | πεπληρωμενω A θηλυ AV αρσενι] αρρενι V | λεγουσα προς αυτους] και λεγουσα V 22 διερυθνισα (sic) A 24 επιστουτο V om αμα V | μακαρ.] αμα V ποιησεν V* (-σειν V¹) om και 4° V | πατριων] + νομων V | εμπιστευσαμενος V* (εμπιστευσειν V1))
682
[*](A)

πολλὰ δὲ αὐτοῦ παραινέσαντος, ἐπεδέξατο πείσειν τὸν υἱόν.

προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὡμὸν τύραννον, οὕτως ἔφησεν τῇ πατρίῳ φωνῇ Υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα, καὶ θηλάσασάν σε ἔτη τρία, καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν.

ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι, ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτω γίνεται.

μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν σου ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον, ἴνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε.

Ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν Τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως· τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωσῇ.

σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Ἐβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ.

ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν·

εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδίας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.

σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυττόμενος αδήλοις ἐλπίσιν, ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαράμενος χεῖρα·

οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν ἐκπέφευγας. ³⁶οἱ μέν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ἐπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν· σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ.

ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοὶ καὶ σῶμα καὶ τύχην προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενοι τὸν θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι, καὶ σέ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν·

ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀρχὴνμ τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπημμένην.