Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἴνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ.

διόπερ οὐδέποτε μέν τὸν ἔλεον ἀφʼ ἡμῶν ἀφίστησιν· παιδεύων δέ μετὰ συμφορᾶς οὐκ ἐνκαταλείπει τὸν ἑαυτοῦ λαόν.

πλὴν ἕως ὑπομνήσεως ταῦθʼ ἡμῖν εἰρήσθω· δι᾿ ὀλίγων δὲ ἐλευστέον ἐπὶ τὴν διήγησιν.

Ἐλεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνήρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχαίνων ἠναγκάζετο φαγεῖν ὕειον κρέας.

ὁ δὲ τὸν μετʼ εὐκλείας θάνατον μᾶλλον ἡ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν,

προπτύσας δέ, καθʼ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὦν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν.

οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαμβάνοντες αὐτὸν κατʼ ἰδίαν ἐνεκάλουν, ἐνεγκόντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι᾿ αὐτοῦ παρασκευασθέντα, ὑποκρῖναι δὲ ὡς [*](V)[*](10 ανηχθησαν] ανηνεχθησαν V | εκ των μαστων κρεμασαντες] εκκρεμα- σαντων εκ τ. μ. V αγαγοντες V | εκρημνησαν V 11 αυτοις] εαυτοις V 12 ουν] δε V παιδείαν Vᵃ 13 πολυν] + ειναι V τοις επιτιμοις] επιτι- μιοις V | ευγεργεσιας (sic) V 14 καταντησαντος A καταναντησαντας V | κολασει Vᵃ | om ειναι V 15 εκδικη V 16 αφ ημων τον ελεον V εγκαταλειπει V 17 ταυτ ΑV 18 Ε ܎֎Ҏ׎ҏŽࠏÝ + δε V | την προσοψιν] om την V* (hab V¹) om αναχαινων V | υειον] υιον AV 19 ευκλιας A V | προσηγεν] προσηγετο V 20 προπτυσας] προ. V* πρωτευσας Vᵃ (rescr) | αμυνεσθαι V om δια την A 21 τω παρανομω] το παρ. V * | των παλαιων] om των V | απολαμβανοντες] απολαβοντες V | ενεκαλουν] παρε- καλουν V | ενεγκοντα V χρασθαι] χρησασθαι V υποκριναι] υποκριθηναι V)

679
ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως τεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν,