Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.

ὕποπτος δέ γενόμενος ὁ ἀρχιερεὺς μή ποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ἰουδαίων συντετελέσθαι, προσήγαγεν θυσίαν ὑπέρ τῆς τοῦ ἀνδρὸς [*](22 οι μεν ουν] και οι μεν V | επεκαλουντο] εκαλουντο V | τον πανκρατη V (παγκρ. Va)] om τον V | διαφυλασσειν] διατηρησοι V | ασφαλιας V* (-λειας Vᵃ) 24 δε αυτου] δι εαυτου V | ο των πνευμ.] ο δε παντων πρων V | επιφανειαν Va | συνεισελθειν V 25 τις εππος] τοις ιπποις A | εσεεκσεν] ενεσεισεν V | εν- προθεσιους] εν εροθεσει· ους A εμπροσθεους (sic) V 26 δυο εφανησαν αυτω νεανιαι] προσεφανησαν δυο νεαν, V | εκπρεπεις] εκτρεπεις A ευπρ. Vᵃ | γλωσσαν] δοξαν V | διαπρεπεις] διατρ. A | παρασταντες Vᵃ | om εξ V | αυτον] εαυτον A επιριπτουντε εαυτω A* vid | επιρρ. Vᵃ 27 πεσοντα] επεσον τα Avid | προς] εις V 28 αυτον τοις ολοις (χολ. A)] εαυτω V | δυναστιαν (-τειαν Vᵃ) pr του θεου V 29 ενεργειαν] ανεργειαν A εργειαν V* (ενεργ. V¹) | ερεριπτο V* ερερριπτο Vᵃ 30 ηυλογουν V | κυριου] χυ A | επεπληρωτο V 31 συνηθων] συνηλθων V* συνηλθον Vᵃ | επικαλεισθαι V 32 προσηγαγεν] προσηνεγκεν V)

670
[*](A) σωτηρίς.

ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπαν Πολλὰ Ὀνίᾳα τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοὶ κεχάρισται τὸ ζῆν Κύριος.

σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.

ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενεγκὼν τῷ θεῷ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα·

ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπʼ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ.

Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωραν ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἰεροσόλυμα, ἔφησεν

Εἴ τινα ἔχεις πολέμιον ἡ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν.

αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.

καὶ τὰ μέν καθʼ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.