Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Γῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνείον τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,
συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν·
ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα.
Σίμων δέ τις ἐκ τῆς Βενιαμεὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας.
καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθεν πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατʼ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγόν.
καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἰεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσενεγκεῖν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα.
συμμίξας δὲ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δέ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν, δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι.
εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορίαν, τῇ μέν ἐνφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ [*](30 λογων V | πολυπραγμονει A | τοις κατα μ.] ταις κ. μ. A | αρχηγενετη] V αρχηγετη V 31 πραγματειας Vᵃ | τω την μεταφρασιν ποιουμενω] την των μεταφρ. ποιουμενων A | συγχωρητεον V 32 αρξομεθα V* (-ξωμ. Vᵃ) III 1 οτι] ετι V | Ονιου V | om τε V | και 2° seq ras 1 lit in A 3 τα προς] τας προς A επιβαλοντας A 4 Bενιαμιν V* (-μειν Va) | καθι- σταμενος V | om περι A (hab V) | αγορανομειας A 5 Θαρσιου V* vid Θαρσεου Vᵃ (Θαρσεα coniec Hort) 6 προσηγγελλεν V | om του 1° V | το γαζοφ. το εν Ιεροσ. V | προσενεγκειν] προσηκειν V | προς] εις V | ταυτα] pr αποντα 7 ο Απωλλωνιος V* ο Απολλ Vᵃ | Ιλιοδωρον V* Πλ. Vᵃ (ita identidem) | τον επι] των επι V (τον ε. Vᵃ) | χρηματων 2°] + διαφορων V 6 συνετελειτο την ποριαν (-ρειαν Vᵃ) ο Ιλιοδ. V τη μεν] την μ. V* | εμφασι Vᵃ τας κατα] τα κατα A εφοδευσων V)
παραγενηθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσαφήνισεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει.
τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,
τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Γωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου—οὐχ οὕτως διαβάλλων ὁ δυσσεβὴς Σίμων—τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·
ἀδικῆσαί τε τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλία, παντελῶς ἀμήχανον εἶναι