Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα καὶ πρὸς τοὺς λεγομένους Τουβεινοὺς Ἰουδαίους.
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτον τότε ἐκ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.
Δωσίθεος δὲ καὶ Σωσίπατρος, τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες τοὺς ὑπὸ Τιμοθέου ἀπώλεσαν καταλειφθέντας ἐν τῷ ὀχυρώματι, πλείους τῶν μυρίων ἀνδρῶν·
ὁ δὲ Μακκαβαῖος, διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν· καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησαν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους καὶ πρὸς τοῖς ἑπτακισχιλίοις.
τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδου, προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Κάρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.
ἐπιφανείσης δὲ τῆς Ἰούδου σπείρης πρώτου, καὶ γενομένου δέους [*](A) ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανίας γενομένης ἐπʼ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συνκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρεν δὲ εἰς μυριάδας τρεῖς ἀνδρῶν.
αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητίας ἐξαφεῖναι ὡς σῷον αὐτόν, διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται·
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
Ἐξελθὼν δὲ ἐπὶ τὸ Κάρνιον καὶ τὸ Ἀτεργάτιον, κατέσφαξεν μυριάδας σωμάτων δύο πεντακισχιλίους.
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Ἐφρών, πόλιν ὀχυράν, ἐν ᾗ πάμφυλα ἐν αὐτῇ πλήθη· νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο· ἔνθα ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ὁλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.
ἀναζεύξαντές τε ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἰεροσολύμων σταδίους ἑξακοσίους.
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ἰουδαίων ἣν οἱ Σκυθοπολεῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγενήθησαν εἰς Ἰεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.
ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων·
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.
Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλομένου τὸν κατάρατον λαβεῖν ζωγρείαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν Γοργίας εἰς Μαρισά.
τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος Ἰούδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν φανῆναι τοῦ πολέμου,