Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Μετʼ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων, λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι,

συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ἰουδαίους, λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,

τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν·

οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα.

εἰσελθὼν δὲ εἰς τὴν Ἰουδαίαν καὶ συνεγγίσας Βεθσουρών, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ἰεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σχοίνους πέντε, τοῦτο ἔθλιβεν.

ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ.

αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας, ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν.

αὐτόθι δὲ πρὸς τοῖς Ἰεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων.

ὁμοῦ δὲ πάντες εὐλόγησαν [*](V)[*](35 προβαλοντες A προσβαλλοντες V 36 προς τους ενδον ενεπιμπρων τους πυργους] αναπτοντες ζωντας τους βλασφημους κατεκαιον V* improb V1 37 Χεραιαν V 38 εξομολογησεων V | ευεργετουν V* (-τουντι Vᵃ) XI 2 την ιππον] pr επι V | απασαν] πασαν V 3 κατα] κατ V 4 πεζων] πεδων A | ελεφασι V 5 Βεθουρων A Βαιθσουρων V | χωριων (sic) A | Ιεροσολυμων] pr απο V | σχοινους] σταδιους V | πεντε] + προς τοις μυριοις V εθλειβον (λ sup ras Aᵃ) A 6 ως δε μετελαβον bis scr A | μετα] μετ V | ικετευον] ικετετον (sic) A ικετευων V* | τω Ισραηλ] του Ισρ. V 7 αναλαβων] pr πρωτος A | προετρεψατο] προσετρ. A* vid (ras 1 lit post προ A?) εξορμησαν V* (εξωρμ. Vᵃ) 8 om εφιππος A* (hab Aᵃ?ᵐᵍ) 9 ευλογησαντες V)

693
τὸν ἐλεήμονα θεόν, καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς· οὐ μόνον ἀνθρώπους [*](A) θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι,

προῆγον ἐν διασκευῇ τὸν ἀπʼ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου.

λεόντινον δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους, κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν.

οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη.

οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Ἐβραίους, τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς, προσαποστείλας

ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει, φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι.

ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ γραμματεύς.

ἦσαν γὰρ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου, περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.

Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων.

ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν.

ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι.

ὑπὲρ δὲ τούτων κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν.