Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.

καὶ Ἰούδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλίαν [*](6 τρισχιλιους V* | μαχαιρας U+05D0V | καθως] ως U+05D0V 7 ειδον U+05D0V | τεθωρα- U+05D0V κισμενην (-κειμ. U+05D0* -κεισμ. U+05D0c)] pr και U+05D0 | διδακτοι] διακτοι A 8 φοβησθε Vᵃ | δειλωθητε (διωθηται A)] εδεσθητε U+05D0 9 εδιωξεν] εδιωκεν U+05D0 εδιωξαν A 10 βοησομεν U+05D0 11 om και σωζων U+05D0* (hab U+05D0c.a) 12 ιδαν] ειδον U+05D0V | εχομενους] ερχομενους U+05D0 13 εξηλθον U+05D0V | Ιουδου (-λου A)] Ιουδαν U+05D0 (incep τ U+05D0* improb τ et ν U+05D0?) Ιουδα V 15 επεσον (1°) V Γαζηρων U+05D0V |Ιουδαιας] Ιδουμαιας U+05D0 | Ιαννειας] Ιαμινειας U+05D0* Ιαμνειας U+05D0? Ιαμνιας V | εξ αυτων sup ras Aa (om εξ A*ᵛⁱᵈ) 16 απεστρεψεν U+05D0V 18 αυτους] incep ε U+05D0*(improbU+05D0¹) σκυλα] pr τα U+05D0 | om και 5⁰ U+05D0V 19 Ιουδου (-λου A)] Ιουδα U+05D0V | ωφθη… εκκυπτον] μερος ι ωφθη εκκυπτω U+05D0* (-π το U+05D0c.b vid V) V 20 ειδεν U+05D0 ειδον V τετροπωνται U+05D0V εμπυριζουσι V | ενεφανιζεν U+05D0V* 21 συνειδοτες] συνειδοντες U+05D0V*vid om και U+05D0 23 επι] εις | V σκυλειαν Vᵃ)

608
[*](A) τῆς παρεμβολῆς· καὶ ἔλαβεν χρυσίον καὶ ἀργύριον πολὺ καὶ ὑάκινθον καὶ πορφύραν καὶ θαλασσίαν καὶ πλοῦτον μέγαν.

καὶ ἐπιστρέψαντες ὕμνουν καὶ ηὐλόγουν εἰς οὐρανόν Ὅτι καλὸν εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.

ὁ δὲ ἀκούσας πάντα συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα γέγονεν τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς ἐξέβη.

Καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππονο, ὥστε ἐκπολεμῆσαι αὐτούς.

καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βεθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.

καὶ ἴδεν τὴν παρεμβολὴν ἰσχυράν, καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ σωτὴρ Ἰσραήλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυείδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθου υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ.

σύνκλεισον τὴν παρεμβολὴν ταύτην εἰς χεῖρας λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν.

δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν.

κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώνταων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ ἰδόντες τὸ ὄνομά σου ἐν ὕμνοις.

καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσαν ἐξ ἐναντίας αὐτῶν.

ἰδῲν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιοχίαν· καὶ ἐξενολόγει, καὶ πλεοναστὸν πάλιν γενηθέντα παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.

Εἶπεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ [*](U+05D0V)[*](23 ελαβον U+05D0V | χρυσιον] + πολυ U+05D0V | πολυν A om U+05D0V | ακινθον V* (υακ. V1) | και πορφυραν και θαλ.] πορφ. θαλ. U+05D0* και πορφ. θαλ. U+05D0c.a V 24 επι- στραφεντες U+05D0V | ευλογουν U+05D0V | εις 2⁰] pr οτι U+05D0V 25 τω Ισραηλ] pr εν U+05D0 26 συμβεβηβοτα (sic) A 27 om παντα U+05D0V | om και ηθ. V | γεγονεν] εγε- γονει U+05D0 (-νι U+05D0*) V | om ουχ 2⁰U+05D0 | αυτω ενετειλατο U+05D0 (-τιλ.) V | εξεβη] pr ουκ U+05D0 28 συνελοχησεν] συνευδοκησεν U+05D0* (συνελοχ. U+05D0c.ᵃ) | χιλιαδα A* (-θας sic Aᵃ?) | πολεμησαι U+05D0 29 ηλθεν U+05D0 | Ιδουμαιαν] Ιουδαιαν U+05D0 | παρενεβαλλον U+05D0* (-βαλον U+05D0c.a c.b ⁽ᵛⁱᵈ) εν δεκα χιλιασιν] δεκα χειλιαδας εχων U+05D0 30 ειδον U+05D0V* ειδε Vᵃ προσηυξαντο και ειπον U+05D0 | ει] + κε V του δουλου] om του V* |Ιω- ναθαν Vᵃ 31 συγκλ. Vᵃ εις χειρας] εν χειρι U+05D0 (χιρ.) V 33 om σε 2° V ειδοτες U+05D0V 34 συνεβαλον V | επεσαν] επεσον U+05D0V 35 συνταξεως] παρατ. V η 1⁰] ει U+05D0 | τεθναναι V | Αντιοχειαν V | γεννηθεντα A | |παραγει- νεσθαι U+05D0 παραγιν. V)

609
συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν· ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐνκαινίσαι.

[*](A)

καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών.

καὶ ἴδον τὸ ἁγίασμα ἡμῶν ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ἀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα.

καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν.

καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς οὐρανόν.

τότε ἐπέταξεν Ἰούδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρα, ἕως καθαρίσῃ τὰ ἅγια.