Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, (18)ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.
εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους.
ἐκελευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.
Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων.
καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,
καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.