Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.

καὶ εἶπεν αὐτῇ Τωβείτ Μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν.

ἄγγελος γὰρ ἀγαθὸς συνπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.

καὶ ἐπαύσατο κλαίουσα.

Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμόν, καὶ ηὐλίζοντο ἐκεῖ

τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπεῖν τὸ παιδάριον.

ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ Ἐπιλαβοῦ τοῦ [*](A) [*](17 σικων] κατοικων A | συμπορευθητω BᵇA | εξηλθον A 18 om Αννα A 20 ως U+05D0*]+ γαρ U+05D0c.a 22 συμπορευσεται Bᵇ συνπορευεται A V Ι 3 ανε- πηδησεν] seq ras 2 circ litt in B | καταπιειν BᵃᵇA | εκραξεν U+05D0*] pr απο του φοβου U+05D0c.a)

829
ἰχθύος· καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον, καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ [*](B) τὴν γῆν.

καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάτεμε τὸν ἰχθύν, καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.

καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον· καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν Ἐκβατάνοις.

καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος;

καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν· ταῦτα δὲ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐ μηκέτι ὀχληθῇ.

ἡ δὲ χολὴ ἐνχρῖσαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.

Ὡς δὲ προσήγγισαν τῇ Ῥάγῃ,

εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ Ἀδελφέ, σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουηλῷ· καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ ὀνόματι Σάρρα.

λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν.

καὶ νῦν ἄκουσόν μου [*](8 η καρδια U+05D0*c.b] την καρδιαν U+05D0c.a | αυτου ιχθ. U+05D0* (του ιχθ. U+05D0c.a⁽ᵛⁱᵈ) | δε] A εδει A | καπνισον U+05D0* (καπνισαι U+05D0c.a) | ου μηκετι] ουκετι ου μη A 9 εγχρ Bᵃ?ᵇ | λευκωμα A 10 Ἐκβατανων U+05D0 11 Ραγουηλ A | θυγατηρ + μονογενης A 12 σοι 2⁰] συ B)

830
[*](B) καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ  ὅταν ὑποστρέψαμεν ἐκ Ῥάγων, ποιήσωμεν τὸν γάμον. διότι ἐπίσταμαι Ῥαγουὴλ ὅτι οὐ μὴ δῷ αὐτὴν. ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ, ἢ ὀφειλέσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον.

τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Ἀζαρία ἀδελφέ, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν, καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.

καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρί, καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτὴν ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω, καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετʼ ὀδύνης ἐπʼ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ὃς θάψει αὐτούς.

εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπέρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, | διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.

καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ [*](A) [*](13 ποιησομεν A | οφειλησιν U+05D0 οφειλησει A | σοι] συ U+05D0 | αυτην θυγ, U+05D0* (την θυγ. U+05D0¹c.a) 14 εδθη U+05D0* (εδοθη U+05D0c.a) 15 οτι διοτι A 16 ο πατηρ σου...γυναικα] ο πηρ σου υπερ του λογου τουτου του λαβεῖ σε γυναι sup ras et in mg Aᵃ? | om αυτη A 17 τον νυμφ.] τον ν sup ras Bᵃᵇ)

831
ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος· καὶ [*](B) καπνίσεις,