Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης.
διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐάσει ἐλθεῖν εἰς τὸ σκότος.
δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου.
πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νῶε, Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.
καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, (14)καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα. διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπωλία καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρεότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρεότης μήτηρ ἐστὶν τοῦ λιμοῦ.
μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα· ἐὰν δουλεύσῃς τῷ θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.
καὶ ὁ μισεῖς [*](A) [*](6 αληθιαν B*U+05D0A ( -θειαν Bᵃᵇ) 7 σοι] σου A | om σε A | om και 2⁰ A 8 φοβου ποιειν] ου ποι sup ras Bᵃᵇ 10 ελεημοσυνην A (ν ras A?) | εασει] | εασεις A 11 om γαρ A | πασιν A 12 μη] pr και A | Ισαακ] pr | και A | Ιακωβ] pr και A | αυτοι] ουτοι A | ηυλογισθησαν A 13 απωλεια BᵃᵇA 14 εαν 2⁰] pr και A)
ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶυ ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.
ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.
συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.
καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν θεόν, καὶ παρʼ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν. διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃ ἐὰν θέλῃ ταπεινοῖ, καθὼς βούλονται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
καὶ νῦν ἐπιδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρεία ἐν Ῥάγοις τῆς Μηδείας.
καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
Καὶ ἀποκριθεὶς Tωβίας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι.
ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν ;
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν [*](16 διδου] διαδιδου A | τοις γυμν.] τοις sup ras Bᵃᵇ | περισσευη A | om σε A A 18 καταφρονησης] μεταφρον. A 19 ο 2⁰] ον A | βουλονται] βουλεται A 20 επιδεικνυω] υποδ. A | Γαβαηλω] Γαμαηλω A | Γαβρια A | Μηδιας A 21 παιδιον] διον absciss est in A | θεον] κν A V 1 εντεταλσαι] σ sup ras Aᵃ)
καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρεν Ῥαφαὴλ ὃς ἦν ἄγγελος, καὶ οὐκ ἤδει·
καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθήναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδείας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων ;
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
καὶ εἶπεν αὐτῷ Τωβίας Ὑπόμεινον με, καὶ ἐρῶ τῷ πατρί.