Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν, ἀλλʼ εἰς ἀτιμίαν θήσει αὐτὴν Κύριος ὁ θεὸς ἡμῶν.

καὶ νῦν, ἀδελφοί, ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφʼ ἡμῖν.

παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν Κυρίῳ τῷ θεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν.

μνήσθητε ὅσα ἐποίησεν μετὰ Ἀβραάμ, καὶ ὅσα ἐπείρασεν τὸν Ἰσαάκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλ εἰς νουθέτησιν μαστιγοῖ Κύριος τοὺς ἐγγίζοντας αὐτῷ.

Καὶ εἶπεν πρὸς αὐτὴν Ὀζείας Πάντα ὅσα εἶπας ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου.

ὃτὶ οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλʼ ἀπʼ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου.

ἀλλὰ ὁ λαὸς ἐδίψησεν σφόδρα, καὶ ἠνάγκασαν ποιῆσαι ἡμᾶς καθὰ ἐλαλήσαμεν αὐτοῖς, καὶ ἐπαγαγεῖν ἐφʼ ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα.

καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ Κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι

καὶ εἶπεν πρὸς αὐτοὺς Ἰουδείθ Ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν.

ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἀβρας μου, καὶ ἐν ταῖς ἡμέραις μεθʼ ἅς εἶπατε παραδώσειν [*](U+05D0Α) [*](21—22 ματος ημων.. αδελφων υ (sic) in mg et sup ras Aᵃ? (om και τον φον. τ. αδ. ημ. A*) 21 ημων 2⁰] παντων U+05D0 24 ημων 1⁰] ουτων U+05D0* (ημ. U+05D0c.a) | επεστηρισται] επιστηρισαι A 25 παρα] δια U+05D0c.a | πανια ταυτα U+05D0 om πανια A 26 Ισακ B* (Ισαακ Bᵃ?c(ᵛⁱᵈ) | ποιμαινοντι] ποιμενοντος U+05D0 ποιμαινοντος αυτου A 27 της καρδιας] om της U+05D0* (hab U+05D0c.a) 28 αγαθη] pr εν U+05D0A 29 σημεριμνη U+05D0* (σημερον U+05D0c.a) | αλλ] αλλα U+05D0A | πας ο sup ras Bᵃᵇ | της καρδ.] τηςl sup ras A¹ 30 εδιφησεν] δεδιφηκεν U+05D0Α | ηναγκασεν U+05D0Α | ημας ποιησαι U+05D0A | επαγαγειν] επηγαγεν A 31 ευ- σεβης] η sup ras Aᵃ? | ει] + συ U+05D0 | τον υετον] pr ημιν U+05D0 | εις πληρωσιν] pr εις πλησμονην U+05D0 | λακκων] σακκων U+05D0 | om ετι U+05D0 32 υιοις] pr τοις U+05D0 33 ημεραις] pr έ U+05D0c.a)

799
τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται Κύριος τὸν [*](B) Ἰσραὴλ ἐν χειρί μου.

ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ.

καὶ εἶπεν ζείας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν Πορεύου εἰς εἰρήνην, καὶ Κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν.

καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν.

Ἰουδεὶθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐγύμνωσεν ὃν ἐδεδύκει σάκκον· καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἰερουσαλὴμ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδεὶθ πρὸς Κύριον καὶ εἶπεν

Κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ Οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν.

ἀυθʼ ὦν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον, καὶ τὴν στραωμνὴν αὐτῶν ἡ ήδέσατο τὴν ἀπάτην αὐτῶν ἀπατηθεῖσαν εἰς αἵμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν·

καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ θεὸς ὁ θεὸς ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας.

σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείναων, καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,