Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ εἶπεν πρὸς αὐτὸν Αχιὼρ ὁ ἡγούμενος πάντων υἱῶν Ἀμμών Ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ ὃς κατοικεῖ τὴν ὀρινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου.

ὁ λαὸς οὗτός εἰσιν ἀπόγονοι Χαλδαίων·

καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι [*](U+05D0A) [*](13 εσειδεν] ως ειδεν Bᵃᵇ εισιδεν U+05D0* ιδεν U+05D0c.ᵃ εισειδεν A | τη Ιουδαια] γη Ιουδα U+05D0 | Ιερουσαλημ] οι εν Ιερουσαλημ επε|σον U+05D0 | ΙΙαντοκρατορος] pr του A 14 om ο μεγας U+05D0* (hab U+05D0c.ᵃ) | om ιερεις.... υριω U+05D0 | om και 3⁰ A | περι- εζωσμένοι σακκους U+05D0 | προσεφερον] προσφεροντες U+05D0 | om και τας ευχας...του λαου U+05D0 15 και ην] και η sap ras B¹?ᵃᵇ | παν] παντα U+05D0 V 1 δυ- νομεως] pr της U+05D0 | οι υιοι] om οι A | και 2⁰] κατα U+05D0* (και U+05D0a.c ⁽ᵛⁱᵈ) | ορινης] in ο ras aliq B? | εθηκα A* (ν superscr A¹) 2 στρατηγους] + υιους (υς υι sup ras) A | om και παντας σατραπας της παραλιας U+05D0 3 om δη U+05D0 | υιοι] pr οι | ουτος ο καθημενος] ενκαθημενος ουτος U+05D0 | ανεστηκεν] καθεστηκεν U+05D0 | επ ουτων βασ.] βασ. επ ουτων U+05D0 | βασιλευς] pr ο A | om ηγουμ. στρατιας ουτων U+05D0 | στρατειας A 4 μοι] μου U+05D0 5 λαου] + τουτου A)

789
τοῖς θεοῖς τῶν πατέρων αὐτῶν οἱ ἐγένοντο ἐν γῇ Χαλδαίων. [*](B)

ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν (9)καὶ προσεκύνησαν τῷ θεῷ τοῦ οὐρανοῦ, θεῷ ᾧ ἐπέγνωσαν· καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν, καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς.

καὶ εἶπεν ὁ θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευθῆναι εἰς γῆν Χανάαν· καὶ κατῴκησαν ἐκεῖ, καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σφόδρα.

καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψεν γὰρ τὸ πρόσωπον τῆς γῆς Χανάαν λιμός, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἣν ἀριθμὸς τοῦ γένους αὐτῶν.

καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεσοφίσαντο αὐτοὺς ἐν πόνῳ καὶ πλίνθῳ, ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους.

καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐπάταξεν γῆν Αἰγύπτου πληγαῖς ἐν αἷς οὐκ ἦν ἴασις· (¹¹ª)καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν.

καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν,

καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σεινὰ καὶ Καδὴς Βαρνή· καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ,

καὶ ιᾤκησαν ἐν γῇ Ἀμορραίων, καὶ πάντας τοὺς Ἑσεβωνείτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν· καὶ διαβάντες τὸν Ἰορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρινήν.

καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Συχέμ καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς.

καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν, ἦν μετʼ αὐτῶν τὰ ἀγαθά, ὅτι θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν·

ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων. [*](8 εξεβησαν] pr και A + δε U+05D0 | εξ] εκ της U+05D0 | om θεω 2° U+05D0 9 ο θς sup U+05D0A ras Aª (seq ras 2 vel 3 litt; bis scr ειπεν A* ᵛⁱᵈ) | κατοικησαν U+05D0 10 το προσ. της γης X. λιμος] ο λ. το προσ. τ. γ. X. U+05D0 | μεχρι A | του γενους] om του U+05D0 11 κατεσοφισατο U+05D0Α | εν] pr και A | πονω] πηλω U+05D0 | εταπεινωσαν] και εταπινωσεν U+05D0 εταπεινωσεν A | εθετο A 12 om και 2⁰ A* (hab κ Aᵃ? (ᵐᵍ) | παταξον A* (επαταξεν· Aᵃ?) | γην] pr πασον την U+05D0A 14 Σινα Bᵇ 15 οικησαν U+05D0 | εν γη] γην | Εσεβωνειτας] Εσεβωνιτας Bᵇ Εσεβων U+05D0A | εξωλεθρευσαν (εξωλοθρ. Bᵇ)] pr και παντας U+05D0 17 εως] + ου U+05D0 | μετ ουτων ην U+05D0 | θεος] pr ο U+05D0 18 εξολοθρ. Bᵇ εξολεθρ. U+05D0 | ουχ ηδιαν B* (ουκ ιδιαν Bᵃᵇ ουχ ιδιαν U+05D0A))

790
[*](B)

καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, κατέσχον τὴν Ἰερουσαλὴμ οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρίνῇ, ὅτι ἦν ἔρημος.

καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅτι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς·

εἰ δ᾿ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριος, μὴ ποτε ὑπερασπίσῃ ὁ κύριος αὐτῶν καὶ ὁ θεὸς αὐτῶν ὑπέρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς.

Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ συγκόψαι αὐτόν

Οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστιν δύναμις οὐδέ κράτος εἰς παράταξιν ἰσχυράν.

διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατείας σου, δέσποτα Ὀλὸφέρνη.