Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν, ἦν μετʼ αὐτῶν τὰ ἀγαθά, ὅτι θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν·

ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων. [*](8 εξεβησαν] pr και A + δε U+05D0 | εξ] εκ της U+05D0 | om θεω 2° U+05D0 9 ο θς sup U+05D0A ras Aª (seq ras 2 vel 3 litt; bis scr ειπεν A* ᵛⁱᵈ) | κατοικησαν U+05D0 10 το προσ. της γης X. λιμος] ο λ. το προσ. τ. γ. X. U+05D0 | μεχρι A | του γενους] om του U+05D0 11 κατεσοφισατο U+05D0Α | εν] pr και A | πονω] πηλω U+05D0 | εταπεινωσαν] και εταπινωσεν U+05D0 εταπεινωσεν A | εθετο A 12 om και 2⁰ A* (hab κ Aᵃ? (ᵐᵍ) | παταξον A* (επαταξεν· Aᵃ?) | γην] pr πασον την U+05D0A 14 Σινα Bᵇ 15 οικησαν U+05D0 | εν γη] γην | Εσεβωνειτας] Εσεβωνιτας Bᵇ Εσεβων U+05D0A | εξωλεθρευσαν (εξωλοθρ. Bᵇ)] pr και παντας U+05D0 17 εως] + ου U+05D0 | μετ ουτων ην U+05D0 | θεος] pr ο U+05D0 18 εξολοθρ. Bᵇ εξολεθρ. U+05D0 | ουχ ηδιαν B* (ουκ ιδιαν Bᵃᵇ ουχ ιδιαν U+05D0A))

790
[*](B)

καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, κατέσχον τὴν Ἰερουσαλὴμ οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρίνῇ, ὅτι ἦν ἔρημος.

καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅτι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς·