Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ οἳ ἐκάθηντο ἐν Ἰερουσαλήμ.

Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ,

αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν (9b) καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸ καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.

καὶ πᾶς ἀνήρ Ἰσραὴλ καὶ γυνὴ καὶ παιδία, οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου,