Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες ² Ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονοσὸρ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστιν τῷ προσώπῳ σου·

ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶν [*](23 το Φουδ] τους Φ, U+05D0Α | επρονομευσεν U+05D0Α | υιους παντας] αυτους παντας U+05D0A και τους υιους U+05D0 | Ραασσεις U+05D0 | Ισμαηλ] Μαηκ U+05D0* (Ισμ. U+05D0c.ᵃ) | τους κατα] om πους U+05D0 | Χαλδαιων] Χελεων U+05D0A 24 παρηλθεν] διεβη U+05D0 | διηλθεν] παρηλθεν τι | διεσκαψε] κατεσκαψεν U+05D0A | πασας τας] in π, τ ras aliq B? | Αβρωνα] Χε. βρων U+05D0 | θαλασσαν] pr την U+05D0 25 προκατελαβετο | ορια] ορη U+05D0 | κατε. κοψεν U+05D0A | αντιστατας A* (ν superscr A¹) | Ιαφεθ] α sup ras Aa | τα προς] του προς U+05D0 26 ενεπρησεν] ρ sup ras Aᵃ 27 τα ποιμνια] pr και U+05D0Α | δωκαν U+05D0 | om εν 2° U+05D0 28 επεπεσεν] επεσεν U+05D0A | φοβος και τρομος αυτου] αυτου και τρ. U+05D0 ο φ. και ο τρ. αυτου A | την παραλιαν] την π sup ras Aᵃ | Τυρω] pr εν U+05D0A | Ασσουρ Σουρ BᵃᵇU+05D02?ᵃ.b c.ᵃA Τουρ U+05D0* | Οκεινα… εμνααν] Αμμα| U+05D0* τους Κιναιους και παντας τους κατοικουντας Ιεμναα U+05D0c.a | κατοικουντες] τους κατοικουντας U+05D0 | Aσκαλωνι] + και Γαζη U+05D0 III 2 οιδε U+05D0* (ιδου U+05D0c.ᵃ) | παιδες] + σου παιδες U+05D0 | μεγαλου] in ε ras aliq B? | παρεκει- εθα U+05D0* (παρακ. U+05D0c.ᵃ) | om σου 1⁰ U+05D0* (hab U+05D0c.ᵃ) | om χρησαι...αρεστον U+05D0 | ρεστον εστιν] ν εστ sup ras A¹? | τω προσωπω] εν προσ, U+05D0* 2—3 om ν προσωπω…προ προσωπου σου U+05D0c.ᵃ (hab U+05D0*c.b) 3 ημων 1⁰] + και πας οπος ημων· A | om και παν πεδιον…των σκηνων ημων U+05D0)

786
[*](B) πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθʼ ὃ ἂν ἀρέσκῃ σοι·

ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοι σοί εἰσιν, ἐλθλὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα.

καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλάς, καὶ ἔλαβον ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους·

καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.

καὶ κατέσκαψεν πάντα τὰ ὅρια οὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν· καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσὸρ λατρεύωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.

καὶ ἦλθεν κατὰ πρόσωπον Ἐσδραηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας,