Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.

ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου.

καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.

Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσούρ,

καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,

καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.

καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὦν οὐκ ἦν ἀριθμός,

καὶ ἐπισιτισμὸ παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως σφόδρα.

καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσὸρ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἄρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.

καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.

καὶ ἐπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτειλαίθ, καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βαικτειλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ [*](U+05D0A) [*](8 τους χειμαρρους] πας χιμ. U+05D0 10 προκαταληψη Bᵇ (“ut alias”) προσκατα- λημψη A | σοι εαυτους] αυτους U+05D0 (σοι εαυτ. U+05D0c.a) | εμοι] μοι A 11 δουναι] pr του U+05D0A 12 ζω U+05D0 | λελαληκα] pr οσα U+05D0c.a 15 αλλ U+05D0A | μακρυνει A* (ς superscr A¹) 14 επιστατας] τους σατραπας U+05D0* (α 1⁰ U+05D0¹) + και επιστατας U+05D0c.a 15 εκελευσεν] προσεταξεν U+05D0A | δεκα δυο] δωδεκα U+05D0 16 πληθος πολεμου U+05D0 17 ημιονους] μ pro υ A?ᵛⁱᵈ 18 om εξ οικου βασ. σφοδρα U+05D0* (hab εξ οικου του βασ. πολυν σφοδρα U+05D0c.a) | σφοδρα] pr πολυ A 19 η δυν. αυτου πασα U+05D0 | om και 3° A | αρμασιν U+05D0 | ιππευσιν U+05D0 20 ο επιμ.] om ο U+05D0 | ακρις] pr η U+05D0 | συνεξηλθεν U+05D0 21 επηλθον] απηλθον εξηλθον U+05D0c.a εξηλθεν A | Βακτειλαιθ] Βαιτουλια U+05D0* (Βεκτιλεθ U+05D0c.a) Βεκτελεθ A | απο B. πλησιον] απεναντι U+05D0 απο ΙΙακταλαι πλ. A | του επ αρ.] εν αρ.U+05D0)

785
τῆς ἄνω Κιλικίας.

καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, [*](Β) τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἄρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρινήν.

καὶ διέκοψεν τὸ Φοὺδ καὶ Λούδ, καὶ ἐπρονόμευσαν υἱοὺς πάντας Ῥασσεὶς καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χαλδαίων.