Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.

Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.

καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἣν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἐβραίαν ἥ ἐστιν παρὰ σοὶ τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.

[*](23 ποιηση] ποιησεις A | εν| οικω B* εν οι|κω Bᵇ⁽ᵛⁱᵈ) | βασιλεως Ναβ. A A XII 1 αυτη] αυτη| A | πινειν] πιειν A 2 αλλ] αλλα A 3 om δε A εκλειπη A | οντα μετα σου B?A | εξοισομεν] εξομεν A | ομοια] pr τα A | εθ. νους] γενους A 4 ποιηση] + κς A 5 της νυκτος] om της A | προς] περι A 6 εξελθει| επι προσευχην A 8 ως] εως A | εδετο A | του κυριου] om του A 9 καθαρα] καθα A | τη σκηνη] pr εν A | μεχρις Bᵃb | τροφην] τρυφην A 10 χρησιν] κλησιν A)
806
[*](B)

ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.

καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ αἰ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσόρ.

καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδείθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου ; ὅτι πᾶν ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.

καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.

καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδείθ, (¹⁶)καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτήν, ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς, καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν.

καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Πίε δὴ καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην.

καὶ εἶπεν Ἰουδείθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.

καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.

καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη.

Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· (²)ἤσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.

ὑπελείφθη δὲ Ἰουδεὶθ μόνη ἐν τῇ σκηνῇ. (4)καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην ἑαυτοῦ· ἦν γὰρ [*](A) [*](13 Βαγως A* (α 2⁰ superscr A¹) | πιεσαι] πιει| A | ν μεθ υμων (sic) εις ευφροσυνη in mgg et sup ras A (om εις ευφροσυνην A *) 14 μοι τουτο A | ημερα A | om μου 2⁰ A 15 αναστασα A | om και παντι τω κοσμα A | γυναικιω A | προσηλθεν A | κατεναντι] εναντιον A | κωδια] post κ ras 1 lit (λ vet α) Bᵃ? | ελαβον A 16 εσαλευθη] pr και A | συνγενεσθαι A | 17 μεθ] θ sup ras A¹ 19 επιεν και εφαγεν A 20 επιεν 2⁰] πι sup ras A¹ | om πωποτε εν ημ. μια A XIII 1 κ προσωπου του κυριου sup ras B¹?ab 2 om εν τη σκηνη A | επι την sup ras Bᵃᵇ)

807
περικεχυμένος αὐτῷ ὁ οἶνος.

καὶ εἶπεν Ἰουδεὶθ τῇ δούλη αὐτῆς [*](B) στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθʼ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα.

καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· (⁶)καὶ στᾶσα Ἰουδεὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ ἑαυτῆς (⁷)Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἰερουσαλήμ·

ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν οἱ ἐπανέστησαν ἡμῖν.

καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἣν πρὸς κεφαλῆς Ὀλοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπʼ αὐτοῦ,