Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ, καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.

καὶ εἶπεν Ἰουδείθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.

καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Ἐὰν δὲ ἐκλίπῃ τὰ μετὰ σοῦ ὄντα, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.

καὶ εἶπεν Ἰουδεὶθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ᾿ ἐμοῦ ἕως ἂν ποιήσῃ ἐν χειρί μου ἃ ἐβουλεύσατο.

καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν,

καὶ ἀπέστειλεν πρὸς Ὀλοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.

καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· (7) καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουά, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος.

καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ἰσραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.

καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.

Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.

καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἣν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἐβραίαν ἥ ἐστιν παρὰ σοὶ τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.

[*](23 ποιηση] ποιησεις A | εν| οικω B* εν οι|κω Bᵇ⁽ᵛⁱᵈ) | βασιλεως Ναβ. A A XII 1 αυτη] αυτη| A | πινειν] πιειν A 2 αλλ] αλλα A 3 om δε A εκλειπη A | οντα μετα σου B?A | εξοισομεν] εξομεν A | ομοια] pr τα A | εθ. νους] γενους A 4 ποιηση] + κς A 5 της νυκτος] om της A | προς] περι A 6 εξελθει| επι προσευχην A 8 ως] εως A | εδετο A | του κυριου] om του A 9 καθαρα] καθα A | τη σκηνη] pr εν A | μεχρις Bᵃb | τροφην] τρυφην A 10 χρησιν] κλησιν A)
806
[*](B)

ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.