Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Φάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου· ὅτι ἐγὼ οὐκ ἐκάκωσα τῆς γῆς.

καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπʼ αὐτούς, ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.

καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἤκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·