Judith
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν θεὸν Ἰσραὴλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα,
καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως (²)καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς, καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς,
καὶ περιείλατο τὸν σάκκον ὃν ἐνδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια [*](U+05D0A) [*](7 om και εν γαισω A | γεισω U+05D0* ᵛⁱᵈ (γαισ. U+05D0¹) 8 συ ραξον] συν- ρα|ξον U+05D0 | μιαναι] pr και U+05D0 9 υπερηφανιαν] pr την U+05D0 10 αυτων] +την οργην| σου εις κεφαλας| ουτων αποστειlλον την οργην σου| εις κεφαλας αυτῶ δος εν χειρι μου| της χηρας ο διενοηθην· θραυσον ουτων U+05D0* (om θραυσον 1⁰. . . διενοηθην U+05D0c.a) | αναστημα A 11 om σου 1⁰ U+05D0* (hab U+05D0c.a) | η δυ- ναστεια] η δεξια U+05D0* τη δυναστια U+05D0* | θεος] κς A | ει] + συ A | αφηλπισμ. U+05D0 12 ο θεος] θε U+05D0 θς A | βασλευς A 13 μου] μοι U+05D0 | κορυφην A 14 παν το εθνος] παντος εθνους A | ειδησαι] ειδεναι σε U+05D0c.a | ο θεος] θς U+05D0Α | ει μη συ sup ras Aᵃ Χ 1 και εγενετο] ι εγενετο sup ras Aᵃ 2 πτωσεως] +αυτης U+05D0 | οικον] +αυτης 3 περιειλετο | σακκον] +της (ς sup litur U+05D0¹ ᵛⁱᵈ) χηρευσεως αυτης U+05D0 | επνδεδυκει] ενεδεδυκει Bᵃᵇ ενεδιδυσκετο A)
καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς, καὶ περιέθετο τοὺς χλίδωνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς· (4b) καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάντησιν ὀφθαλμῶν ἀνδρῶν ὅσοι ἂν ἴδωσιν αὐτήν.
καὶ ἔδωκεν τῇ ἃβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου, καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν, καὶ περιεδίπλωσε πάντα τὰ ἄγγια αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ.
καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουά, καὶ εὕροσαν ἐπεστῶτα ἐπʼ αὐτῇ Ὀζείαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χάβρειν καὶ Χάρμειν.
ὡς δὲ ἴδον αὐτήν, καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς, καὶ τὴν στολὴν μεταβεβληκυῖαν, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα, (8) καὶ εἶπαν αὐτῇ
Ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν. καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἰσραὴλ καὶ ὕψωμα Ἰερουσαλήμ. καὶ προσεκύνησεν τῷ θεῷ,
καὶ εἶπεν πρὸς αὐτούς Ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων ὧν ἐλαλήσατε μετʼ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησαν.
καὶ ἐποίησαν οὕτως· (10)καὶ ἐξῆλθεν Ἰουδείθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετʼ αὐτῆς· ἀπεσκόπευον δʼ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος. ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκ οὐκέτι ἐθεώρουν αὐτήν.
Καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων.
καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν Τίνων εἶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ ; (¹²)καὶ εἶπεν Θυηάτηρ εἰμὶ τῶν Ἐβραίων, καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν [*](3 om της χηρευσεως αυτης U+05D0 | περιεκλυσατο] pr και U+05D0A | παχει] χ sup U+05D0A ras Bᵃᵇ | διεταξε] διεξανε U+05D0 διεταξεν A | αις] οις U+05D0 | εστολιζετο] εκοσμειτο U+05D0 4 χλιδωνας] λ sup ras Aᵃ? | απαντησιν] απατησιν U+05D01?a.b?A 5 ασκο- πυτινην (-τεινην A)] ασκον U+05D0 | om και παλαθης U+05D0 | περιεδιπλωσεν U+05D0A αγγεια Bᵃᵇ | αυτην A* (αυτηι Aᵃ vid) 6 εξηλθοσαν] οσ sup ras Aᵃ | Βαι- τουλουα U+05D0 | ευραν U+05D0 | εφεστωτα U+05D0A | om επ U+05D0A | Οζιαν Bᵇ 7 ειδον U+05D0A | το προσωπον αυτης ηλλοιωμ. U+05D0 | στολην] + αυτης U+05D0 | μεταβεβληκυιαν] + αυτης F ᵇᵐᵍA | om και 3⁰ A 8 το επιτηδευμα U+05D0 | Ιλμ U+05D0* Ιλημ U+05D0c.a 9 ελαλησατε] ατ sup ras A | ελαλησαν] ελαλησεν U+05D0A 10 εποιησα| (seq ras 1 lit) A | εξηλθον Bc?ᵛⁱᵈ | Ιουδειθ] seq ras ut vid in B | om μετ αυτης A | δ] δε Aᵃ? (ε superscr) | εως 2⁰] + ου A | εθεωρων U+05D0 εθεωρουσαν (σ sup ras Aa) A 12 Εβοαιων] Ββ. α sup ras Aᵃ?)
κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀναγγεῖλαι ῥήματα ἀληθείας, καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθʼ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρίνῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς.
ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς, καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς, καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα· (¹5)καὶ εἶπαν πρὸς αὐτήν