Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἡ γυνὴ ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ βασιλεύσει ἀντὶ Ἀστιν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρόσταγμα, καὶ ἐποίησεν οὕτως.

Καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,

ὃς ἦν αἰχμάλωτος ἐξ Ἰερουσαλὴμ ἣν ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.

καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.

καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν.

καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον, καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδιγμένα αὐτῇ ἐκ βασιλικοῦ, καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·

καὶ οὐχ ὑπέδειξεν ἑσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.

καθʼ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν, ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.

οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας ιβ΄· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας. μῆνας ἓξ ἀλιφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ, καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,

καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ᾧ ἐὰν εἴπῃ, [*](3 επιλεξατωσαν] επιδειξατωσαν A | κορασια] pr παντα U+05D0c.ᵃ | παρθενια U+05D0* U+05D0A (-νικα U+05D0c.a) | σμισμα A* ᵛⁱᵈ σμιγμα A? | επιμελια A 4 η γυνη] om η U+05D0* (superscr U+05D0c.a) | προσταγμα] πραγμα BᵃᵇU+05D0 A 5 Ιουδαιος ην A | Ιαειρου] ιατρου A | του Σεμεειου] ο του Σεμειου A 6 ην 2⁰] ον A 7 Αμι- εναδαβU+05D0A | ονομα] pr το U+05D0Α | αυτη] αυτης U+05D0A | αυτην] + Μαρδοχαιος U+05D0c.a ⁽ᵐᵍ) | εαυτω] αυτω A | om εις A | καλον] καλη U+05D0 | ειδει] + κ ωραιο τη οψει| σφοδρα U+05D0c.a⁽ᵐᵍ) 8 om κορασια πολλα εις Σουσαν U+05D0* (hab τα κ. π. εις Σ. U+05D0c.a ᵐᵍ inf) 9 δωναι B* (δουναι Bᵇ) | σμιγμα A | αποδεδειγμενα Bᵇvid) 10 αυτης το γενος Εσθηρ A 11 καθ εκαστην δε] και καθ εκ. A | γυναι- κιαν U+05D0Α | τι Εσθηρ συμβησεται] τι συμβ. Εσθηρ U+05D0c.a τι Αισθηρ συμβαινει A 12ουτος δε ην] και οταν η A | αναπληρωση] ανεπληρωσεν U+05D0c.a αναπληρωθη καιρος κορασια (sic) A | μηνες 1⁰ A | ιβ΄] δωδεκα U+05D0 δεκα δυο A | ουτω U+05D0* (-τως U+05D0c.ᵃ) | θεραπιας U+05D0 | αλιφομεναι BU+05D0A | εν σμυρνινω ελαιω] σμυρινινον ελαιον Α | om και εν A | om των γυναικων U+05D0 (hab U+05D0c.a ᵐᵍ) 13 εαν] αν A)

760
[*](Β) παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.

δείλης εἰσπορεύεται, καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον οὗ Γαὶ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθῇ ὀνόματι.

ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμειναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, οὐδὲν ἠθέτησεν ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.

καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνὶ ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

καὶ ἠράσθη ὁ βασιλεὺς Ἐσθὴρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.

καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτά, καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ, καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῆ αὐλῇ.

ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετʼ αὐτοῦ· καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.

καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος. καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.

καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Ἐσθὴρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.

ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.