Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Φαλτιά, Ανάν, Ἀἰά,

Ὡοηθά, Ἁνανά, Ἁσούθ,

Ἁλωής. Φαδαείς, Σωβήκ,

Ῥαούμ, Ἐσαβανά, Μαασαιὰ

καὶ Ἀρά, Αἱνάν, Ἠνάμ,

Μαλούχ, Ἡράμ, Βααανά.

Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευεῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ Ναθινείμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνίων

ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ Τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὅς ἐδόθη ἐν χειρὶ Μωυσῇ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ἡμῶν καὶ κρίματα αὐτοῦ,

καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν·

καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ζ΄ καὶ ἀπαίτησιν πάσης χειρός.

καὶ ποιήσομεν ἐφʼ ἡμᾶς ἐντολάς, δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν,

εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ, καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ [*](13 Ωδουμ] Ωδουα A | Bενιαμειν] Βανουαιαι A 14 Φααθμωαβ U+05D0A | U+05D0A Ζαθθουια A 14—16 Βανιας· Γαδβηδαι|ε· Δανια· B Βανιασ|ταδ|βηδαιε· Δανια· U+05D0 Βα|νι· Αζγαδ᾿· Bηβαι· Ααναα A 16 Bαγοσι] Βαγοει U+05D0A | Ηδιν U+05D0 17 Αδηρ| Ατηρ A | Αδουρ] Αζουρ U+05D0A 18 Βησει] Βηθει U+05D0 19 Αρειφα·) Ναθωθ B Αρειlφαναθωθ U+05D0 Αριφʼ·| Αναθωθ A | Βωναι] Νωβαι A 20 Βαγα- φης] Μαιαφης A 21 Σαδδουκ] Σαδουκ A + Ιεδδουα U+05D0c.a + Ιεδδουκ A 22 Φαλδεια U+05D0* Φαλτεια U+05D0? | Αναναια Bvid Αναν· Αναια U+05D0*A Αναν· Ανανια U+05D0c.a 23 Ωσηθα] Ωσηε A | Ασουθ] Ασουβ A 24 Αλωης] Αδω A 24—25 Φα- δαεις...Μαασαια] Φαδα|εισσω· Bηκραουμεσα·| Bαναμα· Aσαια B Φαδlαειοσ|ω- βηκ|ραουμεσα|βανα|μαασαια| U+05D0 Φαλαει· Σωβηκ᾿ Ραουμʼ· Εσαβανα· Μααλσια A 26—27 Αρα· Αινανην· Αμμαλουχηραμ· B Αια) Αινα| Ηνα| Μααλουχʼ | Ηραμ U+05D0vid Αια· Αινα·| Ηναν· Μαλουχ᾿· Ρεουμʼ· A 28 οι Λευειται (Λευιτ. U+05D0)] pr και A | Ναθεινιμ U+05D0 | λαων] του λαου A | της γης] om γης U+05D0* (superscr U+05D0ᵃ) | νομον] pr τον A | ειδως] ειδων A 29 ουτων] εαυτων A | κατηρασαντο] pr και A | εισηλθον U+05D0 | om και 3° A | ημων] του θῡ (superscr) U+05D0c.a κυ A | κριματα] pr τα U+05D0 | αυτου] + ӄ προσταγματα αυτου U+05D0c.aᵐᵍ 30 λημψ. B*ᵇ (Bᵇ "praeter morem") 31 πασον] την U+05D0*vid (π. U+05D0c.a) | αγορωμεν] αγορασωμεν U+05D0c.a (ασ impr U+05D0c.b vid) | ζ΄] εβδομον U+05D0A 32 ποι- ησομεν] στησομεν U+05D0A | ημας 1°] υμας U+05D0* (ημας U+05D0ᵃ) | om εφ 2° U+05D0 | διδραγ- μου A | δουλαν U+05D0 | θεου] pr του A 33 του ενδελεχ. (1°)] om του A)

204
[*](B) τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραήλ, καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν.

καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευείται καὶ ὁ λαὸς ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς χρόνων ἐνιαυτὸν κατʼ ἐνιαυτόν, ἐκκαῦσαι περὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν βιβλίῳ·

καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον,

καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν.

καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσι, εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευείταις· καὶ αὐτοὶ οἱ Λευεῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν.

καὶ ἔσται ὁ ἱερεὺς Ἀαρὼν μετὰ τοῦ Λευείτου ἐν τῇ δεκάτῃ τοῦ Λευείτου, καὶ οἱ Λευεῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ.

ὅτι εἰς τοὺς θησαυροὺς οἴσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ Λευεῖται ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ἄδοντες· καὶ οὐκ ἐνκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.